Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.136 Joseph. AJ 7.140 (English) >>Joseph. AJ 7.144

7.138ὄντα δʼ αὐτὸν γενναῖον στρατιώτην καὶ δόξαν ἔχοντα παρά τε τῷ βασιλεῖ καὶ πᾶσι τοῖς ὁμοφύλοις ἐπʼ ἀνδρείᾳ χαίρειν τοῖς μεγάλοις πόνοις ἀλλὰ μὴ προσαγανακτεῖν ἠξίου. τοῦ δʼ Οὐρία προθύμως ὑποστάντος τὸ ἔργον, τοῖς μετʼ αὐτοῦ παρατασσομένοις ἰδίᾳ καταλιπεῖν ὅταν ἐξορμήσαντας ἴδωσι τοὺς πολεμίους ἐδήλωσε. 7.139προσβαλόντων οὖν τῇ πόλει τῶν Ἑβραίων δείσαντες οἱ Ἀμμανῖται, μὴ κατʼ ἐκεῖνον τὸν τόπον, καθʼ ὃν Οὐρίαν συνέβαινε τετάχθαι, φθάσαντες ἀναβῶσιν οἱ πολέμιοι, προστησάμενοι τοὺς ἀνδρειοτάτους αὐτῶν καὶ τὴν πύλην ἀνοίξαντες αἰφνιδίως καὶ μετὰ ῥύμης καὶ δρόμου πολλοῦ τοῖς ἐχθροῖς ἐπεξῆλθον. 7.140ἰδόντες δὲ αὐτοὺς οἱ σὺν τῷ Οὐρίᾳ πάντες ἀνεχώρησαν ὀπίσω, καθὼς Ἰώαβος αὐτοῖς προεῖπεν· αἰσχυνθεὶς δʼ Οὐρίας φυγεῖν καὶ τὴν τάξιν καταλιπεῖν ὑπέμεινε τοὺς πολεμίους· καὶ τὴν ὁρμὴν αὐτῶν ἐκδεξάμενος ἀναιρεῖ μὲν οὐκ ὀλίγους, κυκλωθεὶς δὲ καὶ ληφθεὶς ἐν μέσῳ ἅμα δʼ αὐτῷ τινες καὶ ἄλλοι τελευτᾷ συγκαταπεσόντων ἑτέρων. 7.141

Τούτων οὕτως γενομένων ἔπεμψεν ἀγγέλους Ἰώαβος πρὸς τὸν βασιλέα λέγειν ἐντειλάμενος αὐτοῖς, ὡς σπουδάσειε μὲν ταχέως ἑλεῖν τὴν πόλιν, προσβαλὼν δὲ τῷ τείχει καὶ πολλοὺς ἀπολέσας ἀναχωρῆσαι βιασθείη· προστιθέναι δὲ τούτοις ἂν ὀργιζόμενον ἐπʼ αὐτοῖς βλέπωσι καὶ τὸν Οὐρία θάνατον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.136 Joseph. AJ 7.140 (English) >>Joseph. AJ 7.144

Powered by PhiloLogic